Τῇ Λ' τοῦ
αὐτοῦ μηνός, Μνήμη τοῦ Ἁγίου ἐνδόξου καὶ πανευφήμου Ἀποστόλου, Ἀνδρέου τοῦ
Πρωτοκλήτου.
Στίχοι
Ἀντίστροφον
σταύρωσιν Ἀνδρέας φέρει,
Φανεὶς
ἀληθῶς οὐ σκιώδης ἀντίπους.
Σταυρὸν
κακκεφαλῆς τριακοστῇ Ἀνδρέας ἔτλη.
Ἡ τῶν
Πατρέων σε πολις, Ποιμένα κέκτηται, καὶ πολιοῦχον θεῖον, καὶ κινδύνων
παντοίων, ῥύστην καὶ φρουρὸν σε, Ἀνδρέα σοφέ, εὐχαρίστως τιμῶσά σε· Ἀλλ'
ἐκδυσώπει ἀπαύστως ὑπὲρ αὐτῆς, διασῴζεσθαι ἀλώβητον.
Ἀπολυτίκιον
Ἦχος δ’
Ὡς τῶν
Ἀποστόλων Πρωτόκλητος, καὶ τοῦ Κορυφαίου αὐτάδελφος, τὸν Δεσπότην τῶν ὅλων
Ἀνδρέα ἱκέτευε, εἰρήνην τῇ οἰκουμένῃ δωρήσασθαι, καὶ ταῖς ψυχαῖς ἡμῶν τὸ
μέγα ἔλεος.
Δεν υπάρχουν σχόλια:
Δημοσίευση σχολίου